Εμφάνιση ενός μόνο μηνύματος
  #1539  
Παλιά 04-09-16, 20:14
cHrIsToS8 Ο χρήστης cHrIsToS8 δεν είναι συνδεδεμένος
Senior Member
 
Εγγραφή: 25-08-2013
Μηνύματα: 367
Προεπιλογή

1. Πιστεύω εἰς ἕναν Θεόν, Πατέρα, παντοκράτορα, ποιητήν οὐρανού καί γῆς, ὁρατῶν τε πάντων καί ἀοράτων.
2. Καί εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τόν Υἱόν τοῦ Θεοῦ τόν μονογενῆ, τόν ἐκ τοῦ Πατρός γεννηθέντα πρό πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διΆ οὖ τά πάντα ἐγένετο.
3. Τόν δι' ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καί σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου καί ἐνανθρωπήσαντα.
4. Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου
Πιλάτου καί παθόντα καί ταφέντα.
5. Καί ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατά τάς
Γραφάς.
6. Καί ἀνελθόντα εἰς τούς οὐρανούς καί καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
7. Καί πάλιν ἐρχόμενον μετά δόξης κρῖναι ζῶντας καί νεκρούς, οὖ τῆς Βασιλείας οὐκ ἔσται τέλος.
8. Καί εἰς τό Πνεῦμα τό Ἅγιον, τό κύριον, τό ζωοποιόν, τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τό σύν Πατρί καί Υἱῶ συμπροσκυνούμενον καί συνδοξαζόμενον, το λαλῆσαν διά τῶν Προφητῶν.
9. Εἰς μίαν, ἁγίαν, καθολικήν καί ἀποστολικήν Ἐκκλησίαν.
10. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
11. Προσδοκῶ ἀνάστασιν νεκρῶν.
12. Καί ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
__________________
... ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας...
Απάντηση με παράθεση